Κυριακή γ Λουκά ζ 11 16 απόστολος Γαλ β 16 20

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής γ Λουκά (Λουκ. ζ 11–16) Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν• καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ• μὴ κλαῖε• καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε• νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Απόδοση σε νεοελληνική Τον καιρό ἐκείνο, ἐπῆγε ὁ Ἰησοῦς εἰς μίαν πόλιν ποὺ ὠνομάζετο Ναΐν καὶ μαζί του ἐπήγαιναν καὶ οἱ μαθηταί του καὶ πολὺς κόσμος. Μόλις ἐπλησίασε εἰς τὴν πύλην τῆς πόλεως, μετεφέρετο ἔξω ἕνας νεκρὸς ποὺ ἦτο τὸ μόνο παιδὶ τῆς μητέρας του ἡ ὁποία ἦτο χήρα. Καὶ πολλοὶ ἀπὸ τὴν πόλιν ἦσαν μαζί της. Μόλις ὁ Κύριος τὴν εἶδε, τὴν σπλαγχνίσθηκε καὶ τῆς εἶπε• μὴν κλαῖς. Ἐπροχώρησε καὶ ἔπιασε τὸ φέρετρον, ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν ἐστάθηκαν. Αὐτὸς εἶπε, Νεανίσκε, σοῦ λέγω, σήκω. Καὶ ἀνεκάθησε ὁ νεκρὸς καὶ ἄρχισε νὰ μιλῇ καὶ ὁ Ἰησοῦς τὸν παρέδωκε εἰς τὴν μητέρα του. Ὅλους δε τοὺς κατέλαβε φόβος καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, προφήτης μεγάλος ἐμφανίσθηκε μεταξύ μας καὶ ὁ Θεὸς ἐπισκέφθηκε τὸν λαόν του. Αποστολικό Ανάγνωσμα Γαλ β 16 20 Κυριακή μετά τη Ύψωση του Τιμίου Σταυρού Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Γαλ. β´ 16-20). Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *